Digital Fragmenta Historicorum Graecorum (DFHG)

DFHG URN Retriever

39

XANTHUS

39

XANTHI FRAGMENTA

ΛΥΔΙΑΚΑ

ΛΥΔΙΑΚΑ
LIBER SECUNDUS
XANTHI FRAGMENTA

19.

p. 39
Athenaeus XII, c. II, p. 515, D:Λυδοὶ δὲ εἰς τοσοῦτον ἦλθον τρυφῆς, ὡς καὶ πρῶτοι γυναῖκας εὐνουχίσαι, ὡς ἱστορεῖ Ξάνθος Λυδὸς, εἰς αὐτὸν τὰς ἀναφερομένας ἱστορίας συγγεγραφὼς, Διονύσιος Σκυτοβραχίων, ὡς Ἀρτέμων φησὶν Κασανδρεὺς, ἐν τῷ περὶ συναγωγῆς (ἀναγωγῆς) βιβλίων· ἀγνοῶν ὅτι Ἔφο- ρος συγγραφεὺς μνημονεύει αὐτοῦ, ὡς παλαιοτέρου ὄντος καὶ Ἡροδότῳ τὰς ἀφορμὰς δεδωκότος· δ ̓ οὖν Ξάνθος ἐν τῷ δευτέρᾳ τῶν Λυδιακῶν Ἀδραμύτην φησὶ τῶν Λυδῶν βασιλέα πρῶτον γυναῖκας εὐνουχίσαντα, χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων. Lydi vero eo mollitiei progressi sunt, ut etiam feminas castrarent; quod tradit Xanthus Lydius, sive qui Historias conscripsit quae illi tribuuntur, Dionysius Scytobrachion, ut ait Artemon Cassandrensis in commentario De librorum collectione (quo libri quique ad suos auctores referuntur); nescius scilicet, Ephorum historiarum scriptorem illius tamquam vetustioris meminisse, qui etiam Herodoto materiam scribendi suppeditasset. Xanthus igitur, l. 2 Lyd., Adramyten, ait, Lydorum regem, primum feminas castrasse, eisque usum esse loco virorum eunuchorum.
XANTHI FRAGMENTA

19.

p. 39
Eadem Gygi tribuuntur ap. Hesychium et Suidam, qui eodem Xantho auctore ex eodem libro haec in medium proferunt:Ὅτι πρῶτος Γύγης Λυδῶν βασιλεὺς γυναῖκας εὐνούχισεν, ὅπως αὐταῖς χρῷτο ἀεὶ νεαζούσαις. —(Xanthus, Lyd., narrat) primum Gygem, Lydorum regem, mulieres castrasse, ut iis semper aetate et forma florentibus uleretur.Cr.: «Quam rem sic expediri posse arbitrantur Vossius De histor. Gr. et Sevin in Recherches sur les rois de Lydie, (Memoires de l'Acad. des Inscript. tom. V), ut Xanthus dicatur junxisse varias de una eademque re sententias, quas de veterum fama acceperit. Meursius contra in notis ad Hesych. Miles. p. 176 in alterutro mendam inesse suspicatur. Qua de re difficultatibus impedita, ut meum ipse judicium interponam, possis etiam ita conjicere, ut non tam regis, quam auctoris nomen in Hesychio ejusque compilatore Suida corruptum dicas. Jam si Λυδιακῶν scriptores circumspicias, succurrit Xenophili nomen, cujus Λυδικὰς ἱστορίας laudat Anonymus in tractatu de mulieribus, quae bello claruerunt (in Biblioth. d. alten Lit. u. Kunst II, 3): ut igitur ille fortasse Gygem prodiderit ejus nequitiae inventorem. Possis etiam de Xenagora cogitare, a quo, praeter cetera, Lydias etiam res traditas esse verisimile est.»
XANTHI FRAGMENTA

19.

p. 39
E Xantho petita videntur etiam haec ap. Nicolaum Dam. p. 50, sqq.:Ὅτι Μάγνης ἦν ἀνὴρ Σμυρναῖος, καλὸς τὴν ἰδέαν, εἴτις καὶ ἄλλος, ποιήσει τε καὶ μουσικῇ δόκιμος. Ἤσκητο δὲ καὶ τὸ σῶμα διαπρεπεῖ κόσμῳ, ἁλουργῆ ἀμπεχόμενος καὶ κόμην τρέφων χρυσῷ στρόφῳ κεκορυμβωμένην· περιήει τε τὰς πόλεις ἐπιδεικνύμενος τὴν ποίησιν. Τούτου δὲ πολλοὶ μὲν καὶ ἄλλοι ἤρων, Γύγης δὲ μᾶλλόν τι ἐφλέγετο, καὶ αὐτὸν εἶχε παιδικά. Γυναῖκάς γε μὴν πάσας ἐξέμηνεν, ἔνθα ἐγένετο Μάγνης, μάλιστα δὲ τὰς Μαγνήτων, καὶ συνῆς αὐταῖς. Οἱ δὲ τούτου συγγενεῖς ἀχθόμενοι ἐπὶ τῇ αἰσχύνῃ, πρόφασιν ποιησάμενοι, ὅτι ἐν τοῖς ἔπεσιν ᾗσεν Μάγνης Λυδῶν ἀριστείαν ἐν ἱππομαχίᾳ πρὸς Ἀμαζόνας, αὐτῶν δὲ οὐδὲν ἐμνήσθη, ἐπαίξαντες περικατέῤῥηξάν τε τὴν ἐσθῆτα, καὶ τὰς κόμας ἐξέκειραν, καὶ πᾶσαν λώβην προσέθεσαν. Ἐφ ̓ οἷς ἤλγησε μάλιστα Γύγης, καὶ πολλάκις εἰς τὴν Μαγνήτων γῆν ἐνέβαλε. Τέλος δὲ χειροῦται τὴν πόλιν· ἐπανελθὼν δὲ εἰς Σάρδεις, πανηγύρεις ἐποιήσατο μεγαλοπρεπεῖς. Quae de bello contra Amazones et de habitu poetae epici commemorantur, Welckerus a Xantho nostro aliena censet, et historiam arguere ad poetae alicujus exemplum a Dionysio adornatam. Ex ejusdem Lydiacis fluxisse videtur, quod ap. Plin. H. N. VII, 38, legimus, ubi post cladem quandam Magnesiorum Candaules rex Lydorum dicitur «Bularchi picturam illius exitii pari rependisse auro.» Quae suo auctore dignissima.
XANTHI FRAGMENTA

19.

p. 39
Etiam sequentes (p. 52——69 Orelli) de Sadyatte, Alyatte, Croesoque historiae e Xanthi Lydiacis desumtae esse videntur. Nec tamen a Lydio nostro eas profectas esse totius narrationis tenore demonstratur.Ὅτι Σαδυάττης Λυδῶν βασιλεὺς, Ἀλυάττεω παῖς, ἦν μὲν τὰ πολέμια γενναῖος, ἄλλως δὲ ἀκόλαστος. Καὶ γάρ ποτε τὴν ἑαυτοῦ ἀδελφὴν, γυναῖκα Μιλήτου, ἀνδρὸς δοκίμου, καλέσας ἐφ ̓ ἱερὸν βίᾳ ᾔσχυνεν, καὶ τὸ λοιπὸν αὐτὴν ἴσχει γυναῖκα. δὲ Μίλητος ἦν Μέλανος τοῦ Γύγου γαμβροῦ ἀπόγονος. Δυσανασχετῶν δὲ ἐπὶ τούτοις, φεύγων ᾤχετο εἰς Δασκύλιον. Σαδυάττης δὲ κἀκεῖθεν αὐτὸν ἐξέωσεν. δὲ ἀπεχώρησεν εἰς Προκόννησον. Σαδυάττης δὲ ὀλίγον ὕστερον ἔγημεν ἑτέρας δύο γυναῖκας ἀλλήλαις ἀδελφὰς, καὶ ἴσχει παῖδας, ἐκ μὲν τῆς Ἀττάλην, ἐκ δὲ τῆς Ἄδραμυν νόθους· ἐκ δὲ τῆς αὑτοῦ ἀδελφῆς γνήσιον Ἀλυάττην. Ὅτι Ἀλυάττης Σαδυάττεω υἱὸς, βασιλεὺς Λυδῶν, ἕως μὲν νέος ἦν, ὑβριστὴν ἦν καὶ ἀκόλαστος, ἐκβὰς δὲ εἰς ἄνδρα, σωφρονέστατος καὶ δικαιότατος. Ἐπολέμησε δὲ Σμυρναίοις, καὶ εἷλεν αὐτῶν τὸ ἄστυ. Ὅτι Ἀλυάττης Κροίσου πατὴρ, τοῦ Λυδῶν βασιλέως, ἐπὶ Καρίαν στρατεύων, περιήγγειλε τοῖς ἑαυτοῦ στρατὸν ἄγειν εἰς Σάρδεις ἐν ἡμέρᾳ τακτῇ, ἐν οἷς καὶ Κροίσῳ, ὅστις ἦν αὐτοῦ πρεσβύτατος τῶν παίδων, ἄρχειν ἀποδεδειγμένος Ἀδραμυττίου καὶ Θήβης πεδίου. δὲ, ὡς φασὶν, ὑπὸ ἀκολασίας οὐχ οἷός τε ἦν, καί πως διεβέβλητο πρὸς τὸν πατέρα. Βουλόμενος δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπολύσασθαι τὰς αἰτίας, καὶ ἀπορῶν ὁπόθεν μισθώσαιτο ἐπικούρους(μισθωτοῖς γὰρ ἐχρῶντο), ἦλθεν ἐπὶ Σαδυάττην τὸν ἔπαρχον πλουσιώτατον Λυδῶν ὄντα, δανείζεσθαι βουλόμενος. δὲ αὐτὸν πρῶτον ἀναμένειν ἐκέλευσεν πρὸ τῶν θυρῶν, ἄχρι λούσηται· μετὰ δὲ ἐντυγχάνοντι ἀποκρίνεται, ὅτι πολλοὶ παῖδες εἶεν Ἀλυάττῃ, οἷς πᾶσιν εἰ δεήσοι αὐτὸν ἀργύριον διδόναι, οὐκ ἐξαρκέσει· οὐκοῦν (Kuster. Οὔκουν) δοῦναι δεομένῳ. Κροῖσον δὲ ἀποτυχόντα τἀνθρώπου εἰς Ἔφεσον ἀφικέσθαι κατὰ ζήτησιν ἀργυρίου. Καὶ τότε μὲν εὔξασθαι τᾗ Ἀρτέμιδι, εἰ βασιλεύσειε, τὸν οἶκον ἅπαντα καθιερώσειν τοῦ ἐμπόρου. Ἦν δέ τις Κροίσῳ φίλος, ἀνὴρ Ἴων, ὄνομα Παμφάης, υἱὸς Θεοχαρίδου εὖ μάλα εὐπόρου. Οὗτος ὁρῶν τὴν Κροίσου σπουδὴν, ἐδεήθη τοῦ πατρὸς χιλίους στατῆρας δοῦναί οἱ πάσῃ μηχανῇ. Τυχὼν δὲ παρ ̓ αὐτοῦ, δίδωσι Κροίσῳ. Ἀνθ ̓ ὧν μέγαν τε αὐτὸν Κροῖσος ὕστερον ἐποίησε βασιλεὺς γενόμενος, καὶ εἰς τὴν ἀκρόπολιν εἰσαγαγὼν ἄμαξαν αὐτῷ ἔδωκεν μεστὴν χρυσίου· τὸν δὲ τοῦ ἐμπόρου οἶκον Ἀρτέμιδι καθιέρωσε, καὶ αὐτὰ τὰ θεμέλια ἀποδόμενος διὰ τὴν εὐχὴν, ὡς μηδὲν λείποιτο. δὲ Κροῖσος τοὺς χιλίους λαβὼν χρυσοῦς, στράτευμά τε ἤγειρε, καὶ πρῶτος εἰς τὴν κυρίαν ἡμέραν ἄγων ἔδειξε τῷ πατρὶ, καὶ συνεισέβαλεν εἰς τὴν Καρίαν. Κρείττων δὲ ἐξ ἐκείνου τοῦ ἔργου τῶν αὐτὸν διαβαλλόντων γίνεται. Ὅτι Κῦρος Περσῶν βασιλεὺς ἦν φιλοσοφίας, εἰ καί τις ἄλλος, ἔμπειρος, ἥντινα παρὰ τοῖς μάγοις ἐπαιδεύθη. Δικαιοσύνην τε καὶ ἀλήθειαν ἐδιδάχθη κατὰ δή τινας πατρίους νόμους καθεστῶτας Περσῶν τοῖς ἀρίστοις· ὃς καὶ μετεπέμψατο Σίβυλλαν ἐξ Ἐφέσου τὴν Ἡροφίλαν καλουμένην χρησμῳδόν. Ὅτι Κῦρος ᾤκτειρε Κροῖσον τὸν Λυδῶν βασιλέα διὰ τὴν ἀρετήν. Καὶ οἱ Πέρσαι μεγάλην ἔνησαν πυρὰν Κροίσῳ ὑπό τινα ὑψηλὸν τόπον, ἀφ ̓ οὗ ἔμελλον θεάσασθαι τὰ γινόμενα. Καὶ μετὰ ταῦτα Κῦρος ἐξήλαυνεν ἐκ τῶν βασιλείων, καὶ δύναμις παρῆν ἅπασα, πολύς τε ὅμιλος καὶ ἀστῶν καὶ ξένων. Ὀλίγον δ ̓ ὕστερον θεράποντες ἦγον Κροῖσον δεσμώτην, καὶ Λυδῶν δὶς ἑπτά. Ὡς δὲ ἐθεάσαντο Λυδοὶ, πάντες οἰμωγῇ καὶ στόνῳ ἀνέκλαυσαν, καὶ ἔπληξαν τὰς κεφαλάς. Τοσοῦτος δ ̓ ἐκ τοῦ ὁμίλου κωκυτὸς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν μετὰ δακρύων καὶ βοῆς ἐξεῤῥάγη, ὁπόσος οὐδὲ ἁλισκομένης τῆς πόλεως. Τότε δή τις ἂν καὶ τὴν τύχην ᾤκτειρε, καὶ Κροῖσον ἐθαύμασε τῆς πρὸς τοὺς ἀρχομένους φιλίας. Ὥσπερ γὰρ πατέρα ἑωρακότες, οἱ μὲν τὰς ἐσθῆτας κατεῤῥήγνυντο, οἱ δὲ τὰς κόμας ἔτιλλον· γυναικῶν δὲ ἡγεῖτο πληθὺς μυρία μετὰ κόμμου καὶ ὀλολυγῆς. Αὐτὸς δὲ ἄδακρυς προσῄει καὶ σκυθρωπός. δὲ Κῦρος ταῦθ ̓ ὁρῶν γινόμενα οὐκ ἐκώλυε, βουλόμενος καὶ τοὺς Πέρσας οἶκτόν τινα λαβεῖν αὐτοῦ. Ὡς δὲ προϊὼν κατ ̓ αὐτὸν γίνεται Κροῖσος, ἐφθέγξατο μεγάλῃ τῇ φωνῇ, δεόμενος τὸν υἱὸν ἀχθῆναί οἱ, ὃς οὐκέτι ἐπεπήρωτο τὴν φωνὴν, ἐξότου τὸ πρῶτον ἐφθέγξατο· ἦν δὲ καὶ τἄλλα ἔμφρων. Καὶ Κῦρος ἄγειν ἐκέλευσε τὸν νεανίσκον. Καὶ μετ ̓ οὐ πολὺ ἤγετο ἑπομένων αὐτῷ πολλῶν ἡλίκων. Θεασάμενος δὲ αὐτὸν κροῖσοςοὐκέθ ̓ αὐτὸς ἦν, ἀλλα τότε πρῶτον ἐδάκρυσεν. δὲ μετὰ κλαυθμοῦ καὶ βοῆς προσπεσὼν πρὸς τὸν Κροῖσον, Οἴ μοι, πάτερ, ἔφη, σὴ εὐσέβεια. Πότε δ ̓ ἡμῖν οἱ θεοὶ βοηθήσουσιν; Ἀποβλέψας δὲ εἰς τοὺς Πέρσας, Ἄγεθ ̓, ἱκετεύω, κἀμὲ, ἔφη, καὶ συνεμπρήσατε· κἀγὼ γὰρ ὑμῶν πολέμιος εἰμὶ οὐχ ἧττον πατήρ. Καὶ Κροῖσος, Οὐκ ὀρθῶς λέγεις, ἔφη, μόνος γὰρ ἐγὼ τὸν πόλεμον ἐξήνεγκα, ὑμῶν δὲ καὶ τῶν ἄλλων Λυδῶν οὐδείς· ἐμὲ χρὴ καὶ τὴν τιμωρίαν ὑποσχεῖν. Ἐμφυεὶς δὲ τῷ πατρὶ νεανίσκος οὐκέτ ̓ ἀφίστατο· ἀλλ ̓ ὀδυρόμενος οἴκτου πάντα ἐνέπλησεν, ἀφιεὶς καὶ ἑαυτὸν ἄγειν ἐπὶ πυράν. Οὐ γὰρ, ἔφη, λελείψομαι τῆς σῆς μοίρας, πάτερ. Εἰ δὲ νῦν με οὐκ ἐάσουσιν, ἀλλὰ προσδέχου μοι ταχύ. Τίς ἔτι μοι τοῦ βίου ἐλπίς; ὃς, ἐξ ὅτου περ ἔφυν, ἀεὶ μέν σοι λυπηρὸς ἦν, ἀεὶ δ ̓ ἐμαυτῷ· εὐτυχοῦντα μὲν ἐκτρεπόμενος ὑπ ̓ αἰδοῦς διὰ τὴν τότε μοι προσοῦσαν ἀφωνίαν τε καὶ λώβην· ἐπεὶ δ ̓ ἠρξάμεθα δυστυχεῖν, τότε πρῶτον φωνὴν ἀφῆκα, καί μ ̓ εἰς τοῦτο μόνον ἤρθρωσαν οἱ θεοὶ, ὅπως ἂν ὀδύρωμαι τὰς ἡμετέρας τύχας. δὲ πατὴρ ἔφη· Μὴ παντάπασιν, παῖ, σεαυτὸν ἀπογνῷς νέος ὢν, καὶ πολλοῦ σοι ἔτι ὄντος τοῦ λοιποῦ βίου, ὅπου γε κἀμοὶ λείπεταί τις ἐλπὶς ὅμως, καὶ οὔπω τἀκ θεοῦ ἀπέγνων. Ἅμα δὲ ταῦτα λέγοντι προσῄεσαν πολλαὶ δή τινες θεράπαιναι, κομίζουσαι ἐσθῆτας πολυτελεῖς καὶ ἄλλον παμπληθῆ κόσμον, ὃν ἔπεμψαν συγκατακαησόμενον αἱ τῶν Λυδῶν γυναῖκες. δὲ τὸν υἱὸν ἀσπασάμενος καὶ τοὺς ἐν κύκλῳ Λυδοὺς, ἐπὶ τὴν πυρὰν ἤει. Καὶ παῖς εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνασχὼν, Ὦναξ Ἄπολλον καὶ θεοὶ πάντες, εἶπεν, οὕστινας πατὴρ ἐτίμησεν, ἔλθετε νῦν γε ἡμῖν βοηθοὶ, καὶ μὴ συναπόλλυται Κροίσῳ πᾶσα ἀνθρώπων εὐσέβεια. Ταῦτα εἰπόντα μόλις ἀπῆγον οἱ φίλοι, βιαζόμενον εἰς τὴν πυρὰν αὑτὸν συνεμβάλλειν. Κροίσου δὲ ἐπιβαίνοντος, αὐτῇ, Σίβυλλα ὤφθη ἀπό τινος ὑψηλοῦ χωρίου καταβαίνουσα, ἵνα καὶ αὐτὴ ἴδῃ γινόμενα. Ταχὺ δὲ θροῦς ἦλθε διὰ τοῦ ὁμίλου, ὅτι χρησμῳδὸς ἥκει, καὶ ἐν προσδοκίᾳ πάντες ἐγένοντο, εἴ τι πρὸς τὰ παρόντα θειάσειε. Καὶ μετ ̓ οὐ πολὺ ἔντονόν τι φθεγξαμένη βοᾷ· μέλεοι, τί σπεύδεθ ̓ μὴ θέμις; οὐ γὰρ ἐάσει Ζεὺς ὕπατος Φοῖβός τε καὶ κλυτὸς Ἀμφιάραος. Ἀλλά γ ̓ ἐμῶν ἐπέων πείθεσθε ἀψευδέσι χρησμοῖς, μὴ κακὸν οἶτον ὄλοισθε παρὲκ θεοῦ ἀφραίνοντες. Κῦρος δ ̓ ἀκούσας ἐκέλευσε τὸν χρησμὸν διενεγκεῖν τοῖς Πέρσαις, ὡς ἐξευλαβηθεῖεν ἁμαρτάνειν. Οἱ δὲ δι ̓ ὑποψίας γίνονται, ὡς κατεσκευασμένης, ἵνα σώζοιτο Κροῖσος. δ ̓ ἤδη ἐπὶ τῆς πυρᾶς καθῆστο, καὶ σὺν αὐτῷ δὶς ἑπτὰ Λυδῶν, ἐν κύκλῳ δὲ Πέρσαι δᾷδας ἔχοντες ἧπτον. Σιωπῆς δὲ γενομένης στενάξας μέγα εἰς τρὶς ἀνακαλεῖται πάλιν Σόλωνα. Καὶ Κῦρος ἀκούσας ἐδάκρυσεν, ἐννοηθεὶς ὅτι νεμεσητὰ δρᾷ, βιασθεὶς ὑπὸ Περσῶν, βασιλέα οὐδὲν ἐλάττονα αὐτοῦ τὴν τύχην ἐμπιπράς. Συνεκέχυντο δὲ ἤδη καὶ Πέρσαι τὰ μὲν ἐπὶ Κροίσῳ, τὰ δὲ ἐπὶ σφετέρῳ βασιλεῖ, ὁρῶντες ἀχθόμενον ἐπὶ τούτοις, καὶ ἐκέλευον σώζειν Κροῖσον. Ταχὺ δὲ Κῦρος πέμψας τοὺς ἀμφ ̓ αὐτὸν, ἐκέλευσε τὴν πυρὰν σβεννύναι. δὲ ᾔθετο, καὶ οὐκέθ ̓ οἷόν τ ̓ ἦν ἐξημμένην ἐν κύκλῳ προσιέναι τινά. Φασὶ δὴ Κροῖσον ἐμβλέψαντα εἰς τὸν οὐρανὸν εὔξασθαι τῷ Ἀπόλλωνι ἀρῆξαί οἱ, ὁπότε καὶ οἱ ἐχθροὶ σώζειν αὐτὸν ἐθέλοντες οὐ δύναιντο. Χειμὼν δ ̓ ἔτυχε τὴν ἡμέραν ἐκείνην ἐξ ἠοῦς, οὐ μὴν ὑετός γε. Κροίσου δ ̓ εὐξαμένου ζοφερὸς ἐξαίφνης ἀὴρ συνέδραμε νεφούμενος πάντοθεν, βρον- ταί τε γίνονται καὶ ἀστραπαὶ συνεχεῖς· τοσοῦτος δὲ κατεῤῥάγη ὑετὸς, ὥστε μὴ μόνον τὴν πυρὰν σβεσθῆναι, ἀλλὰ καὶ τοὺς ἀνθρώπους μόλις ἀντέχειν. Κροίσῳ μὲν οὖν ταχὺ στέγασμα πορφυροῦν ὑπερέτεινον· τοῖς δὲ ἀνθρώποις τὰ μὲν ὑπὸ ζόφου καὶ λαίλαπος ταραττομένοις, τὰ δὲ ὑπὸ τῶν ἀστραπῶν, καταπατουμένοις ὑπὸ τῶν ἵππων τραχυνομένων πρὸς τὸν ψόφον τῶν βροντῶν, δείματα δαιμόνια ἐνέπιπτεν, καὶ οἵ· τε τῆς Σιβύλλης χρησμοὶ καὶ τὰ Ζωροάστρου λόγια εἰσῄει. Κροῖσον μὲν οὖν ἐβόων ἔτι μᾶλλον πάλαι σώζειν· αὐτοὶ δὲ καταπίπτοντες εἰς γῆς προσεκύνουν, εὐμένειαν παρὰ τοῦ θεοῦ αἰτούμενοι. Φασὶ δέ τινες Θαλῆν προειδόμενον ἔκ τινων σημείων ὄμβρον γενησόμενον καὶ ἀναμένειν τὴν ὥραν ἐκείνην. Τόν γε μὴν Ζωροάστρην Πέρσαι ἀπ ̓ ἐκείνου διεῖπαν, μήτε νεκροὺς καίειν, μήτ ̓ ἄλλως μιαίνειν πῦρ, καὶ πάλαι τοῦτο καθεστὼς τὸ νόμιμον τότε βεβαιωσάμενοι. Κῦρος δ ̓ εἰς τὰ βασίλεια Κροῖσον ἄγων παρεκάλει τε καὶ ἐφιλοφρο νεῖτο, πειθόμενος εἶναι θεοσεβέστατον· ἐκέλευέ τε, εἴ τι βούλεταί οἱ γενέσθαι, μὴ ὀκνεῖν, ἀλλ ̓ αἰτεῖσθαι. δὲ εἶπεν· δέσποτα, ἐπεί μέ σοι θεοὶ ἔδοσαν, σύ τε χρηστὰ ἐπαγγέλλεις, αἰτοῦμαί σε δοῦναί μοι πέμψαι Πυθῶδε τὰς πέδας τάσδε, καὶ τὸν θεὸν ἐρέσθαι, τί παθὼν ἐξηπάτα με τοῖς χρησμοῖς ἐπάρας στράτευειν ἐπί σε ὡς περιεσόμενον, ἐξ ὅτου αὐτῷ τάδε ἀκροθίνια πέμπω (δείξας τὰς πέδας), καὶ τί δήποτε ἀμνημονοῦσι χάριτος οἱ τῶν Ἑλλήνων θεοί. Κῦρος δὲ γελάσας καὶ τάδε ἔφη δώσειν καὶ ἄλλων οὐκ ἀτυχήσειν αὐτὸν μειζόνων. Κῦρος δὲ ὀλίγου χρόνου φίλον ἐπεποίητο Κροῖσον, ἐξιών τε ἐκ Σάρδεων ἀπέδωκε παῖδας καὶ γυναῖκας, καὶ σὺν αὐτῷ ἀπήγετο. Φασὶ δέ τινες καὶ ἐπιτρέψαι ἂν αὐτῷ τὴν πόλιν, εἰ μὴ ᾤετο νεωτεριεῖν. Cum iss, quae in Croesi historia de rogi flamma plunia exstincta narratur, confer Mythogr. Vatic. I, 196 et II, 190 ed. Bode. «Quae in Nicolai fragmentis de Croesi et avo et patre narrantur, gemina fere intelliguntur esse iis, quae Suidas habet in Ἀλυάττης (e Nicolao sine dubio) et Xenophilus apud Anonymum l. l. Ἀλυάττης Λυδῶν βασιλεύς· ὃς ἦν μὲν τὰ πολέμια γενναῖος, ἄλλως δὲ ἀκόλαστος· καὶ γάρ ποτε τὴν ἑαυτοῦ ἀδελφὴν ᾔσχυνεν· ἐγέννησε δὲ Ἀλυάττην· ὅστις ἕως μὲν νέος ἦν, ὑβριστὴς ἦν καὶ ἀκόλαστος. Ἐκβὰς δὲ ἐς ἄνδρας, σωφρονέστατος καὶ δικαιότατος καὶ ἀνδρικώτατος· ἐπολέμησε δὲ Σμυρναίοις, καὶ εἷλε τὸ ἄστυ· οὗτος γεννᾷ τὸν Κροῖσον· στρατεύσας δὲ ἐπὶ Καρίαν, παρήγγειλε τοῖς ἑαυτοῦ στρατὸν ἄγειν ἐς Σάρόεις, ἐν οἷς καὶ Κροίσῳ, ὅστις ἦν αὐτῷ πρεσβύτατος τῶν παίδων, ἄρχων ἀποδεδειγμένος Ἀδραμυττείου τε καὶ Θήβης πεδίου. Ἀλυάττου πολιορκοῦντος Πριηνην φησίν. Suidas. Locus in extremis videtur mutilus, et obliteratum scriptoris, unde haec desumta, nomen. Λύδη. Ταύτην φησὶ Ξενόφιλος ὁ τὰς Λυδικὰς ἱστορίας γράψας, γυναῖκά τε καὶ ἀδελφὴν εἶναι Ἀλυατέω τοῦ Κροίσου προπάτορος. Ταύτης υἱὸς Ἀλυάτης διαδεξάμενος τὴν τοῦ πατρὸς βασιλείαν, ἐγένετο δεινὸς ὑβριστὴς, ὡς καὶ τὰ ἱμάτια ἀξιολόγων ἀνδρῶν περισχίσαι, καὶ προσπτύειν πολλοῖς. Αὐτὴ δὲ τὸν υἱὸν, ὅσον ἠδύνατο, κατέστελλεν· τοὺς δὲ ὑβριζομένους καὶ λόγοις χρηστοῖς καὶ ἔργοις ἠμείβετο· πᾶσαν δὲ τῷ υἱῷ φιλοφροσύνην προσφέρουσα, εἰς στοργὴν ἑαυτῆς πολλὴν περιέτρεψε. Νομίσασα δὲ αὐταρκῶς ἀγαπᾶσθαι, σκηψαμένη, σίτου καὶ τῶν λοιπῶν ἀπέσχετο. Τὸν δὲ παρεδρεύοντα καὶ ὁμοίως ἀσιτοῦντα κατασταλῆναι, καὶ εἰς τοῦτο μεταβάλλεσθαι, ὥστε φησὶν ὀρθότατον καὶ δικαιότατον αὐτὸν γενέσθαι. «Hoc solo discrepant inter sese, quod Nicolaus Croesi avum Sadyattem dicit, patrem autem Alyattem, plane sicuti Herodotus: illi contra utrumque, et patrem et avum Alyattem. Quod si reputaveris, has res argumento persimiles inter sese ex uno fonte repetitas videbism h. e. ex Xanthi Λυδιακοῖς: fortasse in universis his scriptoribus excepto Herodoto, sicubi Croesi avus cogitandus sit, reponendum censeas vel Σαδυάττης, vel, si forte Nicolai textus a librariis ad Herodoteum refictus videatur, Ἀλυάττης. Quid? In Anonymi loco fortasse praeterea Ξενόφιλος emendandum est in Ξάνθος. Quo fiet, ut ab uno certe horum scriptorum, Anonymo nimirum historici nostri tanquam harum rerum auctoris nomen diserte proditum dicatur. Cui conjecturae hoc videtur favere, quod hujus Xenophili nullum aliud per veterum monimenta reperiatur vestigium. Alyattis alicujus nomine nonnulla reperiuntur in scriptoribus, quae e Xantho fortasse aut alio Lydiacarum historiarum auctore profecta videri possint, v. c. quae Polyaenus VII, 2, bello adversus Cimmerios itemque adversus Colophonios gesto refert; nec minus quae Diogenes Laert. I, 83, de Biantis congressu sermoneque cum Alyatte narrat, nisi forte in iis potius Xanthus latet, quos Herodotus I, 27 dicit tradidisse de Biantis colloquio cum Croeso rege.» Cr.

DFHG URN Retriever

The DFHG URN retriever is a tool for retrieving and citing passages and words in the Greek texts Fragmenta Historicorum Graecorum by typing the corresponding URN.

For example:

  1. Hellanicus fr. 1
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1
  2. The citation of the beginning of Hellanicus fr. 1 (Ἑλλάνικος ὁ Λέσβιος τοὺς Τυῤῥηνούς φησι, Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν ἔχουσι προσηγορίαν)
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1@ἑλλάνικος[1]-προσηγορίαν[1]

DFHG Project     Creative Commons License