Digital Fragmenta Historicorum Graecorum (DFHG)

DFHG URN Retriever

297

THEOPOMPUS

297

THEOPOMPI FRAGMENTA

ΦΙΛΙΠΠΙΚΑ

ΦΙΛΙΠΠΙΚΑ
LIBER XIII
THEOPOMPI FRAGMENTA

119.

p. 297
Athenaeus XIV, p. 657, A, B:Χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν τρισκαιδεκάτῳ Φιλιππικῶν καὶ ἑνδεκάτῳ Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς, γράφων οὕτως· «Καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς, τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπόν. δ ̓ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τοὺς βοῦς ἔλαβε, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδὲ ἔγνω· κατεκεκάλυπτο γάρ· ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον Λακεδαιμονίοις χρῆσθαι τούτοις τοῖς ἐδέσμασι· λιπαρούντων δὲ τῶν Θασίων, Δότε, φησὶ, φέροντες ἐκείνοις, δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι δισφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.» Cf. dicta ad fr. 23.

DFHG URN Retriever

The DFHG URN retriever is a tool for retrieving and citing passages and words in the Greek texts Fragmenta Historicorum Graecorum by typing the corresponding URN.

For example:

  1. Hellanicus fr. 1
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1
  2. The citation of the beginning of Hellanicus fr. 1 (Ἑλλάνικος ὁ Λέσβιος τοὺς Τυῤῥηνούς φησι, Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν ἔχουσι προσηγορίαν)
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1@ἑλλάνικος[1]-προσηγορίαν[1]

DFHG Project     Creative Commons License