Digital Fragmenta Historicorum Graecorum (DFHG)

DFHG URN Retriever

283

THEOPOMPUS

283

THEOPOMPI FRAGMENTA

ΦΙΛΙΠΠΙΚΑ

ΦΙΛΙΠΠΙΚΑ
LIBER I
THEOPOMPI FRAGMENTA

33.

p. 283

Athenaeus XII, p. 531, E:Ἐν δὲ τῇ πρώτῃ τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησί· «Καὶ τριταῖος εἰς Ὀνόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θρᾴκης, ἄλσος ἔχον πολὺ, κατεσκευασμένον καλῶς, καὶ πρὸς τῷ διαιτηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν ὥραν. Ἦν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῇ Θρᾴκῃ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε. Καὶ περιιὼν τὴν χώραν, ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταῤῥύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι, θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο, καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν, ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησε.» Διηγεῖταί τε ἑξῆς συγγραφεὺς, ὅτι δεῖπνον κατεσκεύασεν Κότυς, ὡς γαμουμένης αὐτῷ τῆς Ἀθηνᾶς, καὶ θάλαμον κατασκευάσας ἀνέμενε μεθύων τὴν θεόν. Ἤδη δ ̓ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον, εἰ παραγέγονεν θεὸς εἰς τὸν θάλαμον· ἀφικομένου δ ̓ ἐκείνου, καὶ εἰπόντος μηδένα εἶναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινε, καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως τρίτος συνεὶς παραγενόμενος ἔφη, πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα, ταῖς αὐτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον, ἀπὸ τῶν αἰδοίων ἀρξάμενος. V. Diodor. XVI, 2.

DFHG URN Retriever

The DFHG URN retriever is a tool for retrieving and citing passages and words in the Greek texts Fragmenta Historicorum Graecorum by typing the corresponding URN.

For example:

  1. Hellanicus fr. 1
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1
  2. The citation of the beginning of Hellanicus fr. 1 (Ἑλλάνικος ὁ Λέσβιος τοὺς Τυῤῥηνούς φησι, Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν ἔχουσι προσηγορίαν)
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1@ἑλλάνικος[1]-προσηγορίαν[1]

DFHG Project     Creative Commons License