Digital Fragmenta Historicorum Graecorum (DFHG)

DFHG URN Retriever

325

THEOPOMPUS

325

THEOPOMPI FRAGMENTA

ΕΠΙΣΤΟΛΑΙ

THEOPOMPI FRAGMENTA

278.

p. 325

Idem XIII, p. 586, C:... Φησὶ Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι, μετὰ τὸν τῆς Πυθιονίκης θάνατον Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν, ἣν καὶ ἐλθοῦσαν οἰδεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ, καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλήθους, βασίλισσαν προσαγορευομένην, ἀπειρῆσθαί τε ἐπὶ πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. Ἐν Ῥωσσῷ δὲ καὶ εἰκόνα χαλκῆν ἀυτῆς ἱστάναι τολμῆσαι παρὰ τὴν ἑαυτοῦ. Theopompus in Epistola pro Chiis scripta ait, post Pythionicae obitum Harpalum Athenis accivisse Glyceram: quae quum venisset, in regia habitavit Tarsi, et a populo adorata est, et regina appellata: vetitumque fuisse, ait, ne quis Harpalum corona donaret, quin simul Glyceram coronaret. Eumdem in oppido Rosso etiam statuam illius aeneam ponere conatum esse juxta suam.Eadem lib. XIII, p. 595, D, leguntur ita: Μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν ὁ Ἅρπαλος Γλυκέραν μετεπέμψατο, καὶ ταύτην ἑταίραν, ὡς ἱ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτὸν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. «Ἔστησέ τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὐτὸν ἀνατιθέναι μέλλει· παρέδωκέ τε αὐτῇ κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ, καὶ ὁρᾷ ὑπὸ τοῦ λαοῦ προσκυνουμένην, καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.»

DFHG URN Retriever

The DFHG URN retriever is a tool for retrieving and citing passages and words in the Greek texts Fragmenta Historicorum Graecorum by typing the corresponding URN.

For example:

  1. Hellanicus fr. 1
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1
  2. The citation of the beginning of Hellanicus fr. 1 (Ἑλλάνικος ὁ Λέσβιος τοὺς Τυῤῥηνούς φησι, Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν ἔχουσι προσηγορίαν)
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1@ἑλλάνικος[1]-προσηγορίαν[1]

DFHG Project     Creative Commons License