Digital Fragmenta Historicorum Graecorum (DFHG)

DFHG URN Retriever

323

THEOPOMPUS

323

THEOPOMPI FRAGMENTA

ΠΕΡΙ ΤΩΝ ΣΥΛΗΘΕΝΤΩΝ ΕΚ ΔΕΛΦΩΝ ΧΡΗΜΑΤΩΝ

ΠΕΡΙ ΤΩΝ ΣΥΛΗΘΕΝΤΩΝ ΕΚ ΔΕΛΦΩΝ ΧΡΗΜΑΤΩΝ
LIBER LIII
THEOPOMPI FRAGMENTA

262.

p. 323

Athenaeus X, p. 435, B, C, D:Ἐν δὲ τῂ τρίτῃ καὶ πεντηκοστῇ περὶ τῶν ἐν Χαιρωνείᾳ γενομένων εἰπὼν, καὶ ὡς ἐπὶ δεῖπνον ἐκάλεσε τοὺς παραγενομένους τῶν Ἀθηναίων πρέσβεις, φησίν· «Ὁ δὲ Φίλιππος ἀποχωρησάντων ἐκείνων εὐθέως μετεπέμπετό τινας τῶν ἑταίρων, καλεῖν τ ̓ ἐκέλευε τὰς αὐλητρίδας καὶ Ἀριστόνικον τὸν κιθαρῳδὸν καὶ Δωρίωνα τὸν αὐλητὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῷ συμπίνειν. Περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους Φίλιππος, καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ συνουσίας. Ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος, καὶ βωμολόχους εἶχε περὶ αὑτὸν συχνοὺς, καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γελοῖα λεγόντων. Πιὼν δὲ τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς πολὺ καὶ πατάξας, ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι, ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τοὺς τῶν Ἀθηναίων.» Quinqua gesimo tertio libro, postquam de rebus ad Chaeneroneam gestis verba fecit, et de legatis qui tum aderant Atheniensium, quos ad convivium rex vocaverat, sic pergit Theopompus: «Philippus vero, postquam illi e convivio discesserant, protinus meretrices nonnullas arcessivit, et tibicinas vocari jussit, et Aristonicum citharoedum et Dorionem tibicinem, reliquosque qui cum eo compotare consueverant. Hujusmodi enim homines ubique secum circumducebat; multaque sibi instrumenta compotationis et consuetudinis paraverat. Quum enim vino esset deditus lascivisque moribus, magnum numerum scurrarum et musicorum et hominum ridicula dicentium in comitatu suo habebat. Postquam igitur tota nocte potasset, et per temulentiam gnaviter esset tumultuatus, ceteris omnibus dimissis discedereque jussis, jam sub auroram ad legatos Atheniensium comissarum perrexit.»Contra moderationem Philippi post reportatam victoriam laudant Polyb. V, 10; Justin. IX, 4; Aelian. V. H. VIII, 15. Theopompi narrationem reddere videtur Diodorus XVI, 87: Λέγουσι δέ τινες ὅτι καὶ παρὰ τὸν πότον πολὺν ἐμφορησάμενος ἄκρατον, καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγων κῶμον, διὰ μέσων τῶν αἰχμαλώτων ἐβάδιζεν, ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυστυχίας. Δημάδην δὲ τὸν ῥήτορα κατ ̓ ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσασθαι παῤῥησίᾳ, καὶ λόγον ἀποφθέγξασθαι δυνάμενον ἀναστεῖλαι τὴν τοῦ βασιλέως ἀσέλγειαν. Φασὶ γὰρ εἰπεῖν αὐτὸν, Βασιλεῦ, τῆς τύχης σοὶ περιθείσης πρόσωπον Ἀγαμέμνονος, αὐτὸς οὐκ αἰσχύνῃ πράττων ἔργα Θερσίτου; τὸν δὲ Φίλιππον, τῇ τῆς ἐπιπλήξεως εὐστοχίᾳ κινηθέντα, τοσοῦτο μεταβαλεῖν τὴν ὅλην διάθεσιν, ὥστε τοὺς μὲν στεράνους ἀποῤῥῖψαι, τὰ δὲ συνακολουθοῦντα κατὰ τὸν κῶμον σύμβολα τῆς ὕβρεως ἀποτρίψασθαι, τὸν δ ̓ ἄνδρα τὸν χρησάμενον τῆ παῤῥησίᾳ θαύμασαι, καὶ τῆς αἰχμαλωσίας ἀπολύσαντα πρὸς ἑαυτὸν ἀναλαβεῖν ἐντίμως. Τέλος δ ̓ ὑπὸ τοῦ Δημάδου καθομιληθέντα ταῖς Ἀττικαῖς χάρισι, πάντας ἀπολῦσαι τοὺς αἰχμαλώτους ἄνευ λύτρων· καθόλου δ ̓ ἀποθέμενον τὴν ἐκ τῆς νίκης ὑπερηφανίαν, πρέσβεις ἀποστεῖλαι πρὸς τὸν δῆμον τῶν Ἀθηναίων, καὶ συνθέσθαι πρὸς αὐτοὺς φιλίαν τε καὶ συμμαχίαν· εἰς δὲ τὰς Θήβας φρουρὰν ἐγκαταστήσαντα, συγχωρήσαι τὴν εἰρήνην τοῖς Βοιωτοῖς.

DFHG URN Retriever

The DFHG URN retriever is a tool for retrieving and citing passages and words in the Greek texts Fragmenta Historicorum Graecorum by typing the corresponding URN.

For example:

  1. Hellanicus fr. 1
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1
  2. The citation of the beginning of Hellanicus fr. 1 (Ἑλλάνικος ὁ Λέσβιος τοὺς Τυῤῥηνούς φησι, Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν ἔχουσι προσηγορίαν)
    urn:lofts:fhg.1.hellanicus.hellanici_fragmenta.phoronis:1@ἑλλάνικος[1]-προσηγορίαν[1]

DFHG Project     Creative Commons License