Digital Fragmenta Historicorum Graecorum (DFHG)
Edit OCR Errors
Volumen secundum
ARISTOTELES
ARISTOTELIS FRAGMENTA
ΠΟΛΙΤΕΙΑΙ
ΑΘΗΝΑΙΩΝ
fr. 39
witness
fragment text
latin translation
commentary
Harpocration:
Διαιτηταί ... Εἰσὶ δὲ οἱ διαιτηταὶ ἕταροι τῶν δικαστῶν· οὗτοι μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον ἀποδεδειγμένοις καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων τοῖς κρινομένοις διῄτουν. Καὶ εἰ μὲν ἤρεσκε τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μὴ, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ τὰς μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι σῶν δικῶν. Λέγει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.
Arbitri a judicibus diversi fuerunt; nam judices in assignatis foris judicarunt, litesque ab arbitris ad se translatas discreverunt; arbitri vero ante sorte lecti quam ii, quorum de re agitur, se iis permitterent, arbitrium reddiderunt, et si litigantibus placuisset, finem liti imposuerunt; sin minus, crimina et citationes et testimonia et leges et alias utriusque probationes in echinum conjectas atque absignatas litium introductoribus tradiderunt. De quibus Aristoteles disserit in Rep. Atheniensium.
Cf. Pollux VIII, 126: Διαιτηταὶ δὲ ἐκ τῶν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότων ἐκληροῦντο, καὶ ἐπεκληροῦντο αὐτοῖς αἱ δίαιται· καὶ ἀτιμία ἀφώριστο τῷ μὴ διαιτήσαντι τὴν ἐπικληρωθεῖσαν δίαιταν· τῶν δ ̓ ἐν ἱεροῖς πάλαι οὐδεμία δίκη πρὶν ἐπὶ διαιτητὰς ἐλθεῖν εἰσήγετο· ἔλεγον δὲ ἐπιτρέψαι δίαιταν, καὶ ἡ δίαιτα ἐκαλεῖτο ἐπιτρπή· ἡ δὲ ἔφεσις αὐτῶν εἰ εἰς δικαστήριον ἐγίγνετο, εἰς ἐχῖνον τὰς ψήφους ἐμβαλόντες ἰδίᾳ ἑκατέρας τοῦ φεύγοντος καὶ τοῦ διώκοντος κατεσημαίνοντο· ἐλάμβανον δὲ οἱ διαιτηταὶ δραχμὴν παρὰ τοῦ κρίνοντος τὴν καλουμένην παράστασιν, ἐγγράψαντος αὐτοῦ ἐν γραμματείῳ τὸ ἔγκλημα καὶ τὸ τίμημα· ἐλάμβανον δὲ καὶ ἑτέραν ὑπὲρ τῆς ἀντωμοσίας. Schol. In Platon. p. 457 Bekk.; Bekker. Anecd. I, p. 235. Hermann. l. l. § 145; Schoemann. Antiq. p. 266 et 284 sq.
submitter:
DFHG Project