Digital Fragmenta Historicorum Graecorum (DFHG)
Edit OCR Errors
Notice
: Undefined index: HTTP_REFERER in
/srv/web/www.dfhg-project.org/web/DFHG/edit_fragment.php
on line
15
Volumen secundum
ARISTOTELES
ARISTOTELIS FRAGMENTA
ΠΟΛΙΤΕΙΑΙ
ΑΘΗΝΑΙΩΝ
fr. 28
witness
fragment text
latin translation
commentary
Harpocration:
Πολέμαρχος, ἀρχή τις ἦν παρ ̓ Ἀθηναίοις οὕτω καλουμένη. Ἔστι δὲ εἷς τῶν ἐννέα ἀρχόντων. Ἀριστοτέλης δ ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, Πρὸς ταῦτα, φησὶν, αὐτός τε εἰσάγει δίκας τάς τε ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἆλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.
Polemarchus, magistratus erat Athenis, unus de novem archhontibus. Aristoteles in Rep. Atheniensium, quae polemarchus administret persecutus: Ad haec, inquit, Polemarchus introducit causas detreotati et neglecti patrocinii et hereditatum et pupillarum heredum inquilinis; et omnino quodcunque archon civibus, id praestat inquilinis polemarchus.
Eadem, missa Aristotelis mentione, ex Harpoer. Suidas et Photius v. Πολέμαρχος; hinc migrarunt in schol. Aldin. Ad Aristoph. Vesp. 1042. Eundem Aristotelis locum iterum Harpocration tangit v. Ἀπροστασίου: Ἀποστασίου δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερωθέντων δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν Ἀφιστῶνταί τε ἀπ ̓ αὐτῶν ἢ ἕτερον ἐπιγράφωνται προστάτην, καὶ ἅ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσιν. Καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως ἤδη ἐλευθέρους ... Ἀριστοτέλης δ ̓ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τοῦ πολεμάρχου γράφει τουτί· Οὗτος δὲ εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων. Cf. Idem. v. Ἡγεμονία δικαστηρίου. Cf. Pollux VIII, 91: Ὁδὲ πολέμαρχος θύει μὲν Ἀρτέμιδι ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δὲ τὸν ἐπιτάφιον ἀγῶνα τῶν ἐν πολέμῳ ἀποθανόντων, καὶ τοῖς περὶ Ἁρμόδιον ἐναγίζει. Δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται μετοίκων, ἰσοτελῶν, [ξένων, add. Meier.] προξένων· καὶ διανέμει τὸ λαχὸν, ἑκάστῃ φυλῇ τι μέρος· τὸ μὲν διαιτηταῖς παραδιδοὺς, εἰσάγων δὲ δίκας ἀποστασίου, ἀπροστασίου, κλήρων, μετοίκων. — Photius ν. Ηολέμαρχος (glossa altera): Οὗτος τὸ μὲν παλαιὸν τῶν ἐν πολέμοις ἡγεῖτο· ἀφ ̓ οὗ καὶ τὴν κλῆσιν ἔχει· ὕστερον δὲ τῆς ἡγεμονίας ἐκείνης ἀφαιρεθεὶς, προεστήκει μὲν τῶν τε ξένων καὶ τῶν μετοίκων· οὐκ ἤμειψε δὲ τὴν κλῆσιν. Vide Schoemann. 1. 1. p. 244, 7. 260, 29; Hermann. § 138, 8.
submitter:
DFHG Project