Digital Fragmenta Historicorum Graecorum (DFHG)
Edit OCR Errors
Notice
: Undefined index: HTTP_REFERER in
/srv/web/www.dfhg-project.org/web/DFHG/edit_fragment.php
on line
15
Volumen secundum
CRITIAS ATHENIENSIS
CRITIAE ATHENIENSIS FRAGMENTA
ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΟΛΙΤΕΙΑ
fr. 2
witness
fragment text
latin translation
commentary
Cf. Athenaeus X, p. 432, D:
Κριτίας ἐν τοῖς Ἐλεγείοις (fr. 2 ed. Bach.): Καὶ τόδ ̓ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι, πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ ̓ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, μηθ ̓ ἐπὶ δεξιτερὰν χεῖρα κυκλοῦν Θασίου ἄγγεα. Λυδὴ χεὶρ Ἀσιατογενής, καὶ προπόσεις ὀρέγειν ἐπιδέξια, καὶ προκαλεῖσθαι ἐξονομακλήδην, ᾧ προπιεῖν ἐθέλει. Εἰτ ̓ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους, σῶμά τ ̓ ἀμαυρότερον τεύχουσιν· πρὸς δ ̓ ὄμμ ̓ ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δ ̓ ἐκτήκει μνημοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δ ̓ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δ ̓ οἰκοτριβὴς δαπάνη. Οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον, ὥστε φρέν ̓ εἰς ἱλαρὰν ἀσπίδα πάντ ̓ ἀπάγειν, εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. Τοιαύτη δὲ πόσις σώματί τ ̓ ὠφέλιμος γνώμῃ τε κτήσει τε· καλῶς δ ̓ εἰς ἕργ ̓ Ἀφροδίτης πρὸς θ ̓ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τὴν εὐσεβίης γείτονα σωφροσύνην. Ἑξῆς τε πάλιν φησίν. Αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις, παραχρῆμα τέρψασαι, λυποῦσ ̓ εἰς τὸν ἅπαντα χρόνον. Ἡ Λακεδαιμονίων δὲ δίαιθ ̓ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστ ̓ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ ̓ ἀμέτροισι πότοις.
submitter:
DFHG Project